Τῌ Λ'
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου
καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ
Πρωτοκλήτου.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν,
στιχολογοῦμεν τὴν α' στάσιν τοῦ α' Καθίσματος τοῦ
Ψαλτηρίου.
Εἰς δὲ τό,
Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τὰ παρόντα τρία,
δευτεροῦντες αὐτά.
Ἦχος
δ' Ὁ ἐξ ὑψίστου
κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῷ
Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα
τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν,
ἀνθρώπων γένος, δι' εὐσπλαγχνίαν σῶσαι βουλόμενος,
τότε πρῶτος Ἔνδοξε, τούτῳ προσέδραμες,
καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτῃ, μαρμαρυγῇ
αὐτοῦ τῆς Θεότητος· ὅθεν καὶ κήρυξ
καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ
ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι
τὰς ψυχὰς ἡμῶν.
Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος,
ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν
παρεχόμενος, καὶ σωτηρίαν, τοῖς ἐπὶ γῆς
εὐαγγελιζόμενος, τότε τούτῳ Πάνσοφε,
κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ
παναγίαν, ὡς ἀπαρχὴν αὐτῷ καθιέρωσας·
ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῷ συγγόνῳ τῷ σῷ
τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι,
καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ τῷ ἐκ
στείρας βλαστήσαντι φοιτήσας, ὅτε ὁ Παρθένιος
τόκος ἀνέτειλε, τῆς εὐσεβείας Διδάσκαλος,
καὶ σωφροσύνης, ὑποδεικνύων τὴν καθαρότητα,
τότε σὺ θερμότατος, τῆς ἀρετῆς ἐραστής,
Ἀνδρέα μάκαρ γεγένησαι, τὰς ἀναβάσεις,
ἐν σῇ καρδίᾳ διατιθέμενος, καὶ ἀπὸ
δόξης πρὸς τὴν ἄφραστον, ἤρθης δόξαν Χριστοῦ
τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι,
καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Ἦχος δ' Ἀνατολίου
Τὴν τῶν ἰχθύων ἄγραν, καταλιπὼν
Ἀπόστολε, ἀνθρώπους σαγηνεύεις, καλάμῳ
τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον, τῆς
εὐσεβείας τὸ δέλεαρ, καὶ ἀνάγων ἐκ
τοῦ βυθοῦ τῆς πλάνης, τὰ ἔθνη ἅπαντα,
Ἀνδρέα Ἀπόστολε, τοῦ Κορυφαίου ὁμαίμων,
καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε,
πρεσβεύων μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν,
τῶν ἐν πίστει καὶ πόθῳ εὐφημούντων
πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν ... Ἦχος ὁ αὐτὸς
Ἡσαΐα χόρευε, λόγον Θεοῦ ὑπόδεξαι,
προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι,
καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς
Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ
Ἐδὲμ καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν
σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ
ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου, ζωοδότην
Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.
Εἴσοδος. Τό, Φῶς
ἱλαρόν, καὶ τὰ ἀναγνώσματα.
Καθολικῆς
α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.
(Κεφ.
1, 1-2, 10-25 & 2, 1-6)
Πέτρος, ἀπόστολος Ἰησοῦ
Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου,
Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας,
κατὰ πρόγνωσιν Θεοῦ Πατρός, ἐν ἁγιασμῷ
Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν
αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ
εἰρήνη πληθυνθείη. Ἀγαπητοὶ περὶ τῆς
σωτηρίας τῶν ψυχῶν ὑμῶν ἐξεζήτησαν καὶ
ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς
χάριτος προφητεύσαντες· ἐρευνῶντες εἰς τίνα
ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς
Πνεῦμα Χριστοῦ, προμαρτυρούμενον τὰ εἰς Χριστὸν
παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς
ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν
δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη
ὑμῖν διὰ τόν εὐαγγελισάμενον ὑμᾶς
ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ
οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι
παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας
τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε
ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν
ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς,
μὴ συσχηματιζόμενοι ταῖς
πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν
ἐπιθυμίαις· Ἀλλὰ κατὰ τὸν καλέσαντα
ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ
ἀναστροφῇ γενήθητε· διότι γέγραπται· Ἅγιοι
γίνεσθε, ὅτι ἐγὼ ἅγιος εἰμι· Καὶ
εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως
κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ
τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
εἰδότες ὅτι οὐ φθαρτοῖς ἀργυρίῳ
ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας
ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ
τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ
ἀσπίλου Χριστοῦ· προεγνωσμένου μὲν πρὸ
καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων
τῶν χρόνων δι' ὑμᾶς, τοὺς δι' αὐτοῦ
πιστεύοντας εἰς Θεόν , τὸν ἐγείραντα αὐτὸν
ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥστε
τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι
εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες
ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ
Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ
καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς·
Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ᾽
ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος
εἰς τὸν αἰῶνα, διότι πᾶσα σάρξ ὡς
χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος
χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ
ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα
Κυρίου μένει εἰς τὸν αἰῶνα, τοῦτο δὲ
ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς
ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν, καὶ
πάντα δόλον καὶ ὑποκρίσεις, καὶ φθόνους,
καὶ πάσας καταλαλιὰς, ὡς αρτιγέννητα βρέφη,
τὸ λογικὸν καὶ ἄδολον γάλα επιποθήσατε, ἵνα
ἐν αὐτῷ αὐξηθῆτε, εἰς σωτηρίαν, εἴπερ
ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν
προσέρχομενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων
μὲν ἀποδεδοκιμασμένον, παρά δὲ Θεῷ
ἐκλεκτόν, ἔντιμον, καὶ αὐτοὶ
ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος
πνευματικὸς ἱεράτευμα ἅγιον, ἀνενέγκαι
πνευματικὰς θυσίας, εὐπροσδέκτους τῷ Θεῷ διὰ
Ἰησοῦ Χριστοῦ. Διὸ καὶ περιέχει ἐν τῇ
Γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον
ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ
πιστεύων ἐπ᾽αὐτὸν οὐ μὴ καταισχυνθῇ.
Καθολικῆς
α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.
(Κεφ.
2, 21-25 & 3, 1-9)
Ἀγαπητοὶ
Χριστὸς ὑπὲρ ὑμῶν ἔπαθεν, ὑμῖν
ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε
τοῖς ἴχνεσιν αὐτοῦ·
ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ
εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,
ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ
ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, ὃς τὰς
ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν
τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα,
ταῖς ἁμαρτίαις ἀπογενόμενοι,
τῇ δικαιοσύνῃ ζήσωμεν·
οὐ τῷ μώλωπι αὐτοῦ
ἰάθητε. Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα·
ἀλλ' ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα
καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως,
αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις
ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν
γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται
ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν
ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἔξωθεν
ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ
ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς
τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ
τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὃ
ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. Οὕτω
γὰρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι
ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι
τοῖς ἰδίοις ἀνδράσιν,
ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, Κύριον αὐτὸν
καλοῦσα, ἧς ἐγεννήθητε τέκνα, ἀγαθοποιοῦσαι
καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες
ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ
σκεύει τῷ γυναικείῳ
ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος
ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς
προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος, πάντες ὁμόφρονες,
συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες· Μὴ
ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ
λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δέ,
εὐλογοῦντες· εἰδότες ὅτι εἰς τοῦτο
ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
Καθολικῆς
α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.
(Κεφ.
4, 1-11)
Ἀγαπητοὶ, Χριστοῦ παθόντος ὑπὲρ
ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν
ἔννοιαν ὁπλίσασθε· ὅτι ὁ παθὼν σαρκί,
πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων
ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον
ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ ἡμῖν
ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ θέλημα
τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις,
ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις,
καὶ ἀθεμὶ- τοις εἰδωλολατρείαις. Ἐν ᾧ
ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας
ἀνάχυσιν, βλασφημοῦντες· Οἳ ἀποδώσουσι
λόγον τῷ ἑτοίμως
ἔχοντι κρίναι ζῶντας καὶ νεκρούς· εἰς
τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα
κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι
δὲ κατὰ Θεὸν πνεύματι· Πάντων δὲ τὸ
τέλος ἤγγικε· σωφρονήσατε οὖν καὶ νήψατε
εἰς τὰς προσευχάς. Πρὸ πάντων δὲ τὴν
εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες·
ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν.
Φιλόξενοι εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν·
Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς
αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι
ποικίλης χάριτος Θεοῦ. Εἴ τις λαλεῖ, ὡς λόγια
Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος
ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι
δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ
ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς τὴν Λιτήν,
Στιχηρὰ ἰδιομελα.
Ἦχος
α'
Ἀνδρέου
Ἱεροσολυμίτου
Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς
τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας
ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας
πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ
τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι,
ταῖς πρεσβείαις αὐτοῦ
Ὑπεράγαθε, τὴν ζωὴν
ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς
ἡμῶν.
Ὁ
αὐτὸς
Ὑμνήσωμεν οἱ Πιστοί, Πέτρου
τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν·
οὗτος γὰρ τὴν θάλασσαν,
δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε,
νῦν δὲ τὴν οἰκουμένην,
τῷ καλάμῳ σαγηνεύει
τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει
τῷ Βαπτίσματι, καὶ
Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην
τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα
ἔλεος.
Ὁ
αὐτὸς
Τὸ πῦρ τὸ νοερὸν τὸ φωτίζον
διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν
ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ
μαθητής, λάμπει μὲν ταῖς μυστικαῖς ἀκτῖσι τῶν
διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις
καρδίαις· φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις
τῶν ἀσεβῶν μυθουργίας· τὸ πῦρ γὰρ
τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν·
Ὢ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης
γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ
χοϊκόν, τὴν νοερὰν καὶ ἄϋλον ὑπεδέξατο
γνῶσιν. Ἀλλ' ὦ μύστα τῶν ἀρρήτων, καὶ
θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι
τὰς ψυχὰς ἡμῶν.
Ἦχος
πλ. δ'
Τὸν ποθούμενον Θεόν, ἐν σαρκὶ
κατιδὼν ἐπὶ γῆς βαδίζοντα, θεόπτα Πρωτόκλητε,
τῷ μὲν ὁμαίμονι ἐβόας
ἀγαλλόμενος· Εὑρήκαμεν ὦ Σίμων τὸν
ποθούμενον, τῷ δὲ Σωτῆρι
δαυϊτικῶς ἐκραύγαζες· Ὃν τρόπον ἐπιποθεῖ
ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,
οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ
Χριστὲ ὁ Θεός. Ὅθεν καὶ πόθῳ πόθον
προσθείς, διὰ σταυροῦ διαβαίνεις, πρὸς ὃν ἐπόθησας,
ὡς ἀληθὴς Μαθητής, καὶ σοφὸς μιμητὴς
γενόμενος, τοῦ διὰ Σταυροῦ αὐτοῦ πάθους·
διὸ καὶ τῆς δόξης κοινωνὸς αὐτῷ γενόμενος,
ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Δόξα...
Ἦχος πλ. δ'
Ἀνδρέου
Ἱεροσολυμίτου οἱ δέ, Ἀνατολίου
Τὸν κήρυκα τῆς πίστεως, καὶ
ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν·
οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει,
ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς
χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς
ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ,
καὶ προσκομίζει τῷ Θεῷ
δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί,
σὺν τῇ χορείᾳ τῶν
Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ
αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν
τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ
νῦν ... Θεοτοκίον
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν
δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον
Στιχηρὰ Προσόμοια
Ἦχος
πλ. α' Χαίροις ἀσκητικῶν
ΤΟ ΑΚΟΥΤΕ
Χαίροις ὁ λογικὸς οὐρανός,
δόξαν Θεοῦ διαπαντὸς διηγούμενος, ὁ πρῶτος Χριστῷ καλοῦντι,
καθυπακούσας θερμῶς, καὶ ἀμέσως τούτῳ
συγγενόμενος, ὑφ' οὗ πυρσευόμενος, καθωράθης φῶς
δεύτερον, καὶ τοὺς ἐν σκότει, ἀστραπαῖς
σου ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος.
Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν πανήγυριν, καὶ
τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα,
ἐξ ἧς ἀναβλύζεις, σωτηρίαν τοῖς αἰτοῦσι,
καὶ μέγα ἔλεος.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν
ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς
τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα
αὐτῶν.
Πρῶτον τῶν ὀρεκτῶν εὑρηκώς,
δι' εὐσπλαγχνίαν τὴν ἡμῶν περικείμενον, Ἀνδρέα
θεόφρον φύσιν, συνανεκράθης αὐτῷ, διαπύρῳ
πόθῳ τῷ συναίμονι,
βοῶν· Ὃν ἐκήρυξαν, οἱ Προφῆται, ἐν
Πνεύματι, εὕρομεν δεῦρο, ταῖς αὐτοῦ ὡραιότησι,
καταθέλξωμεν, καὶ ψυχὴν καὶ διάνοιαν, ὅπως
φωταγωγούμενοι, αὐτοῦ ταῖς λαμπρότησι, νύκτα τῆς πλάνης
καὶ σκότος, τῆς ἀγνωσίας διώξωμεν, Χριστὸν
εὐλογοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται
δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει
τὸ στερέωμα.
Ἔθνη τὰ μὴ εἰδότα Θεόν,
ὡς ἐκ βυθοῦ τῆς ἀγνωσίας ἐζώγρησας,
σαγήνῃ τῶν σῶν λογίων, καὶ συνταράσσεις
σαφῶς, ἁλμυρὰς θαλάσσας, ἵππος ἄριστος, ὀφθεὶς
τοῦ Δεσπόζοντος, τῆς θαλάσσης ἀοίδιμε, καὶ
σηπεδόνα, ἀθεΐας ἐξήρανας, ἅλας τίμιον,
ἐμβαλὼν τὴν σοφίαν σου, ἣν περ καὶ κατεπλάγησαν,
Ἀπόστολε ἔνδοξε, τῆς μωρανθείσης σοφίας, οἱ
ἀναιδῶς ἀντεχόμενοι, Χριστὸν μὴ εἰδότες,
τὸν παρέχοντα τῷ κόσμῳ,
τὸ μέγα ἔλεος.
Δόξα...
Ἦχος γ' Γερμανοῦ
Τὸν συναίμονα Πέτρου, καὶ Χριστοῦ
μαθητήν, τῶν ἰχθύων ἀγρευτήν, καὶ ἁλιέα
τῶν ἀνθρώπων, ἐν ὕμνοις τιμήσωμεν, Ἀνδρέαν
τὸν Ἀπόστολον· τοῦ γάρ, Ἰησοῦ τὰ
διδάγματα, πάντας ἐξεπαίδευσε τοῖς δόγμασι, καὶ ὡς δέλεαρ
ἰχθύσι, τὰς σάρκας τοῖς ἀνόμοις παρέδωκε, καὶ
τούτους ἐσαγήνευσεν. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, παράσχου
τῷ λαῷ σου εἰρήνην, καὶ τὸ μέγα
ἔλεος.
Καὶ
νῦν ... Ἦχος ὁ αὐτὸς
Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς
ἐκ τῶν Ἁγίων, ἣν παρέλαβες Κόρην, ἔγκυον
φέρεις ἐν Βηθλεέμ; Ἐγώ, φησί, τοὺς
Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ
Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει, ἡ
Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν,
Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις
τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι' ἡμᾶς,
Κύριε δόξα σοι.
Ἀπολυτίκιον Ἦχος δ'
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος,
καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην
τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην
τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα
ἔλεος.
Δόξα...
Καὶ νῦν ... Θεοτοκίον
Καὶ
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος
α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὡς θεῖον Μαθητήν, καὶ Πρωτόκλητον
πάντων, Χριστοῦ τῶν Μαθητῶν, εὐφημοῦμέν
σε πόθῳ, Ἀνδρέα Ἀπόστολε, καὶ πιστῶς
ἐκβοῶμέν σοι· ῥῦσαι ποίμνην σου, ἣν
ἐκ Θεοῦ ἐπιστεύθης, πάσης θλίψεως, καὶ
ἀναγκῶν καὶ σκανδάλων, καὶ πάσης κακώσεως.
Δόξα...
Πάλιν τὸ αὐτὸ
Καὶ
νῦν ... Θεοτοκίον
Τὰς χεῖράς σου σεμνή, νῦν ἐκτείνασα
οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ Ἁγίου
παράσχου, καὶ δίδου ἀκίνδυνον, τὴν ζωὴν
διανύσασθαι, τοὺς δοξάζοντας, τὸν σόν πανάγιον
Τόκον, καὶ σὲ Δέσποινα, ἐπιγραφομένους Κόρη,
ἐλπίδα καὶ καύχημα.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος
γ' Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Πρῶτον εὗρέ σε, Χριστὸς μολοῦντα
μύστην ἄριστον, Ἀνδρέα μάκαρ, καὶ τὰ
προστάγματα αὐτοῦ τομῶς διαγγέλλοντα, τῇ οἰκουμένῃ
καθάπερ ὑπόπτερον, καταφωτίζοντα ἐθνῶν τὰ
συστήματα. Αὐτὸν ὡς Θεὸν παμμακάριστε ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα...
Πάλιν τὸ αὐτὸ
Καὶ
νῦν ... Θεοτοκίον
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου,
μόνη πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους
ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ
γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν,
ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι,
παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα
Ἦχος
πλ. α'
Τὸν
συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἀπόστολον πάντες ἀνευφημήσωμεν,
ὡς αὐτόπτην τοῦ Λόγου καὶ θεῖον κήρυκα,
καὶ ἐθνῶν πνευματικόν, σαγηνευτὴν ἀληθῶς,
ὅτι προσήγαγεν ἡμᾶς, εἰς ἐπίγνωσιν
Χριστοῦ, Ἀνδρέας ὁ θεηγόρος, καὶ νῦν
πρεσβεύει ἀδιαλείπτως, εἰς τὸ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δοξα...
Καὶ νῦν ... Θεοτοκίον
Τῶν ἐν σοὶ τὰς ἐλπίδας
Παρθένε ἄχραντε, ἀνενδοιάστως ἐχόντων σκέπη
ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν καὶ περιστάσεων,
καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς,
πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, καὶ
σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε.
Τὸ α' Ἀντίφωνον
τοῦ δ' Ἤχου.
Ἀντίφωνον
Α'
·
·
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ'
αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
·
·
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε
ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ
ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν ...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν
τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος πλ. δ'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν
ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα
τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται
δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει
τὸ στερέωμα.
Πᾶσα
πνοή, Εὐαγγέλιον, κατὰ Ματθαῖον
Τῷ καιρῷ
ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ
τὴν θάλασσαν...
Ζήτει
Κυριακὴ β'
Ὁ
Ν'
Δόξα...
ταῖς τοῦ Ἀποστόλου.
Καὶ
νῦν ... ταῖς τῆς Θεοτόκου.
Εἶτα
τὸ Ἰδιόμελον Ἦχος
α'
Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς
τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας
ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας
πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ
τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι,
ταῖς πρεσβείαις αὐτοῦ
Ὑπεράγαθε, τὴν ζωὴν
ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς
ἡμῶν.
Μετὰ τοῦτο λέγονται
οἱ Κανόνες, ὁ τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου
οἱ δύο.
Ὁ Κανὼν
τῆς Θεοτόκου
ᾨδὴ
α' Ἦχος
α' Ὁ
Εἱρμὸς ΤΟ
ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες,
Θεῷ τῷ ποιήσαντι,
θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι
τὸν Ἰσραήλ, ὅτι δεδόξασται».
Ὡς μόνη τὸν ἄχρονον, Υἱὸν
ἐν χρόνῳ, τεκοῦσα σαρκὶ ἁγνή, Παναγία
ἄχραντε, πάντα τὰ χρόνια, τῆς παναθλίας μου
ψυχῆς, πάθη θεράπευσον.
Τὰ τραύματα Πάναγνε, τὰ τῆς
ψυχῆς μου, καρδίας τὴν
πώρωσιν, λογισμοῦ τὴν σκότωσιν, καὶ τοῦ νοὸς
ἐκτροπάς, ἀφάνισον ὡς συμπαθής, ταῖς σαῖς δεήσεσιν.
Τὸ φῶς ἡ κυήσασα, τὸν
Λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων,
Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος
ὑμνῶ, τὰ μεγαλεῖά σου.
Νοός μου Πανάμωμε, τὰς ἀμαυρώσεις,
φωτί σου ἀπέλασον, ἡ τὸ φῶς κυήσασα,
καὶ δώρησαί μοι ἀγαθή, τὸ φῶς προσβλέψαι
τὸ ἐκ σοῦ, ἐξανατεῖλαν ἡμῖν.
Κανὼν πρῶτος
τοῦ Ἀποστόλου
Ποίημα
Ἰωάννου Μοναχοῦ
ᾨδὴ
α' Ἦχος
α' ΤΟ
ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς
ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε,
ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς, Ἰσραηλίταις,
ὁδὸν βυθοῦ καινουργήσασα».
Τὴν τεθολωμένην μου ψυχήν, τῶν ἐννοιῶν
τε καὶ λόγων ἐκκάθαρον, τῇ ἐνσκηνωσάσῃ σοι κήρυξ
Χριστοῦ, Ἀνδρέα θείᾳ χάριτι, ὅπως
καθαρῶς σοι, προσάξω ὕμνον ἐπάξιον.
Τίμιον ὁ Πρόδρομος Χριστοῦ, τῶν
ἑαυτοῦ Μαθητῶν ἀκροθίνιον, ὁ ἐκ
στειρευούσης σε βλαστός, τῷ
ἐκ Παρθένου φύντι Χριστῷ, τῷ δεδοξασμένῳ, Ἀνδρέα
χαίρων προσήγαγεν.
Ἔρωτι καὶ πόθῳ ἀκλινεῖ,
τῆς ἀρετῆς τῶν βαθμίδων ἀρξάμενος, καὶ
τὰς ἀναβάσεις ἀεὶ μελετῶν, ἐξ ἀμυδρᾶς
δυνάμεως, πρὸς τὴν ἀκροτάτην,
Ἀνδρέα δύναμιν ἔφθασας.
Θεοτοκίον
Χαῖρε ἡ τῆς χάριτος πηγή,
Χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος. Χαῖρε
ἡ λυχνία, καὶ στάμνος χρυσή, καὶ ὄρος
ἁλατόμητον, ἡ τὸν ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.
Κανὼν δεύτερος
τοῦ Ἀποστόλου
ᾨδὴ
α' Ἦχος
α' ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διὰ στύλου πυρὸς καὶ νεφέλης,
τὸν Ἰσραὴλ ὁδηγήσας Θεός, τὴν θάλασσαν
διέρρηξεν, ἅρματα δὲ Φαραὼ ἐκάλυψεν. ᾌσωμεν
ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».
Τῷ καλάμῳ
τοῦ Εὐαγγελίου, ἐκ τοῦ βυθοῦ τῆς πλάνης
ἀνελθών, Ἀνδρέα πολυΰμνητε· σὺ ἐζώγρησας
λαούς, ὡς ἐπηγγείλατο Χριστός, ὁ σαγηνεύειν
διδάξας σε, ἀνθρώπους ὡς ἰχθύας ζωγρεῖν.
Ὁ τῆς πίστεως στῦλος, ἡ ἕδρα
τῶν ἀληθινῶν δογμάτων τοῦ Χριστοῦ, Ἀνδρέας
ὁ θεόπνευστος, πάντα σήμερον καλεῖ, τῆς γῆς
τὰ πέρατα, ἑορτὴν ἐτήσιον συστήσασθαι·
συνέλθωμεν οὖν πάντες πιστοί.
Τὸ θαλάσσιον κύτος, δικτύοις ἐρευνῶν,
τῇ τέχνῃ ἁλιεύς, σαγήνῃ τῇ τοῦ
Πνεύματος, ἔθνη, φῦλα καὶ λαούς, ζωγρεῖς ἐν
Πνεύματι, καὶ τὸν ἄνω βυθὸν πολυθαύμαστε,
σαφῶς ἀνακαλύπτεις ἡμῖν.
Μυστοπόλε, αὐτόπτα καὶ ῥῆτορ,
τῆς ἀπορρήτου γνώσεως Χριστοῦ, ὁ δεξάμενος
ἄνωθεν Πνεῦμα Ἅγιον, λαλοῦν ἐν γλώσσαις καθήμενον,
τῷ πυρὶ διαιροῦν τὰ
χαρίσματα, ἱκέτευε σωθῆναι ἡμᾶς.
Δόξα...
Προανάρχου Τριάδος, Μονάδα ὑπερουσίως
πίστει προσκυνῶ, οὐ τέμνων τὴν Θεότητα· ἔστι γὰρ ἑνοειδής,
ἁπλὴ ἀμέριστος, συνάπτω δὲ αὐτήν,
οὐσιότητι προσώπων, καὶ πιστῶς διαιρῶ.
Καὶ
νῦν ...
Βρεφουργεῖται Θεὸς ἐκ Παρθένου,
καὶ νεουργεῖ τοὺς φθαρέντας ἐξ Ἀδάμ,
καὶ λύει τὸ μεσότοιχον, καὶ τῆς ἔχθρας
τὸν φραγμόν, ἐν τῇ σαρκὶ αὐτοῦ, κατάραν
εὐλογεῖ τῆς Προμήτορος, ἐξ ἀχράντου
Μητρὸς προελθών.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς
ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ
γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί,
ὅτι δεδόξασται.
Τῆς
Θεοτόκου
ᾨδὴ
γ' Ὁ Εἱρμὸς
ΤΟ
ΑΚΟΥΤΕ
«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ
θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων
οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας
ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε».
Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν
πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς,
τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν
πιστῶν ἡ βοήθεια.
Ῥῦσαί με πάσης κατακρίσεως,
καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, τοῦ αἰωνίζοντος
πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ
φῶς ἀποκυήσασα, ἡμῖν τὸ ἀνέσπερον.
Τὸ ἀπαραίτητον κριτήριον, καὶ
τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὴν
ἀπόφασιν Ἁγνή, τὴν φρικτὴν ὅλως δέδοικα,
σπεῦσον σῶσον πρὸ τοῦ τέλους, ἀγαθὴ τὸν
οἰκέτην σου.
Εὐλογημένος τῆς κοιλίας σου, ὁ
καρπὸς Παρθένε πανύμνητε· τοὺς γὰρ φθαρέντας
τῷ καρπῷ, διὰ ξύλου
Σταυροῦ αὐτοῦ, ἀφθαρτίσας κατεστήσατο,
κοινωνοὺς θείας χάριτος.
Τοῦ
Ἀποστόλου
Ὁ
μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ
Προσέδραμες δίψει οὐ κληθείς, Ἀνδρέα,
ἀλλ' αὐθαίρετος, τῇ τῆς ζωῆς πηγῇ ὥσπερ
ἔλαφος, καὶ πᾶσι ταύτην εὑρὼν ἐκήρυξας,
καὶ πιὼν ἐπότισας, ἀφθαρσίας νάματα,
κεκμηκότα τῇ δίψει τὰ πέρατα.
Ἐπέγνως τῆς φύσεως θεσμούς,
Ἀνδρέα ἀξιάγαστε, καὶ κοινωνὸν τὸν σύγγονον
εἴληφας, βοῶν· Εὑρήκαμεν τὸν ποθούμενον,
καὶ ὁδοποιήσαντι, τῆς σαρκὸς τὴν γέννησιν, καθηγήσω τὴν
γνῶσιν τοῦ Πνεύματος.
Σαγήνῃ τοῦ λόγου ἐκ βυθοῦ,
ἀπάτης ἐσαγήνευσας, τοὺς λογικοὺς ἰχθύας
Ἀπόστολε, καὶ τῇ τραπέζῃ Χριστοῦ ὀψώνιον,
καθαρὸν προσήγαγες, λαμπρυνθέντας χάριτι, τοῦ φανέντος
σαρκὸς ὁμοιώματι.
Θεοτοκίον
Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε
διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος,
ἐπεὶ σε βάτος τῷ
νομοθέτῃ Μωσεῖ, φλεγομένη ἄκαυστα, σαφῶς
προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.
Ἕτερον
Στερεωθήτω
ἡ καρδία μου ΤΟ
ΑΚΟΥΤΕ
Λόγῳ καλοῦντι· Δεῦρ' ὀπίσω
μου, τῷ Χριστῷ εὐθὺς
ἠκολούθησε, σὺν τῷ Ἀνδρέᾳ καὶ
Κηφᾶς, τὸν γενέτην ἐάσαντες, καὶ τὸ
σκάφος καὶ τὰ δίκτυα, ὡς πίστεως πρόβολοι.
Τὰ εἰδωλεῖα μετεποίησας, εἰς
ναοὺς Θεοῦ Πανσεβάσμιε, καθιερώσας ἐν αὐτοῖς,
τοὺς υἱοὺς τοῦ Βαπτίσματος, οὓς ἡ χάρις
ἀνεκαίνισε, δι' ὕδατος Πνεύματι.
Τὸν μαργαρίτην τὸν πολύτιμον,
μυστικῶς τῷ κόσμῳ
προεύρηκας, τῷ τῆς καρδίας σου ἀγρῷ,
κεκρυμμένον Ἀπόστολε, ὃν τῇ πίστει ἐθησαύρισαν,
τὰ ἔθνη εὑράμενα.
Ὡς θησαυρὸν τὸ Εὐαγγέλιον, ἐν
χερσὶ λαβὼν Πολυΰμνητε, πᾶσαν ἐπλούτισας τὴν γῆν, τοῦ ἐνθέου
κηρύγματος· διό σου τὰ μνημόσυνα, τιμᾷ σὺν
τοῖς ἄθλοις σου.
Δόξα...
Τὴν ἐν Τριάδι μίαν δύναμιν,
ὀρθοδόξως πάντες ὑμνήσωμεν, ἄναρχον ἄκτιστον
Θεόν, ὁμοούσιον σύνθρονον, τρισυπόστατον τρισήλιον,
αὐτὴν ἀναμέλποντες.
Καὶ
νῦν ...
Πᾶσα μὲν μήτηρ γόνον τίκτουσα,
παρθενεύειν ἔτι οὐ δύναται, σὺ δὲ τεκοῦσα
τὸν Χριστόν, Μητροπάρθενος πέφηνας, γαλουχοῦσα τὴν ζωὴν ἡμῶν, Ἁγνὴ
διαμένουσα.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
Τῷ πρὸ
τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως
Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου,
σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας
τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν
Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὡς πρωτόκλητον πάντων τῶν Μαθητῶν,
καὶ αὐτόπτην τοῦ Λόγου καὶ ὑπουργόν,
Ἀνδρέα Ἀπόστολε, κατὰ χρέος τιμῶμέν
σε, τῷ γὰρ Ἀμνῷ τῷ
αἴροντι, τοῦ κόσμου τὰ πταίσματα, ἀδιστάκτῳ
πόθῳ, θερμῶς ἠκολούθησας· ὅθεν καὶ
τοῦ πάθους, κοινωνὸς ἀνεδείχθης, τοῦ σαρκὶ
ὑπομείναντος, ἑκουσίως τὸν θάνατον. Διὰ
τοῦτο βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Ἕτερον, ὅμοιον
Τῶν εἰδώλων τὰ θράση
καταβαλών, τοῦ Σωτῆρος τὰ πάθη ἐπιποθῶν,
Ἀνδρέα μακάριε, ἀνεδείχθης Ἀπόστολος,
οὐρανόθεν πᾶσι, πηγάζων τὰ θαύματα, καὶ
ἐθνῶν ἐγένου, παμμάκαρ Διδάσκαλος· ὅθεν
σου τὴν μνήμην, ἐπαξίως τιμῶντες, ἐν ὕμνοις
δοξάζομεν, καὶ πιστῶς μεγαλύνομεν, τοῦ Κυρίου
Ἀπόστολε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην σου.
Καὶ
νῦν ... Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ·
Χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε,
χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον
τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε·
Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη
χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε
τράπεζα, θεοκόσμητον σκήνωμα· Χαῖρε ἔνδοξε Νύμφη
ἡλιοστάλακτε· Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
Τῆς
Θεοτόκου
ᾨδὴ
δ' Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐν Πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ,
τὴν τοῦ Λόγου σάρκωσιν,
ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ
ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν
καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει
σου Κύριε».
Παρθένε Παναγία, ἀμόλυντε σκηνή,
μολυνθέντα πταίσματι, καθάρισόν με νῦν, τῶν
οἰκτιρμῶν σου ῥανίσι καθαρωτάταις, καὶ δὸς
μοι χεῖρα βοηθείας, ἵνα κράζω· Δόξα σοι Ἁγνὴ
θεοδόξαστε.
Ναὸς ἡγιασμένος, ἐδείχθης
τοῦ Θεοῦ, τοῦ ἐν σοὶ οἰκήσαντος, Παρθένε
ὑπὲρ νοῦν, αὐτὸν δυσώπει, ἁμαρτιῶν
ἡμᾶς ῥύπου ἀποκαθᾶραι, ὅπως οἶκος
γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος.
Ἐλέησον μὲ μόνη, ἐλέους
τὴν πηγήν, Θεοτόκε τέξασα, καὶ λῦσον τὴν
δεινήν, τῆς ψυχῆς μου νόσον, καὶ πόρωσιν τῆς
καρδίας, δακρύων ῥεῖθρα καὶ κατάνυξιν πρὸ
τέλους, θείαν δωρουμένη πρεσβείαις σου.
Νοήσας ὁ Προφήτης, ἐν Πνεύματι
Θεοῦ, Ὄρος σε προέγραψε, κατάσκιον Ἁγνή·
τοὺς γὰρ φλογμῷ τῶν
ἐγκλημάτων ἐκτακέντας, ἀποκαθαίρεις μεσιτείαις
σου Παρθένε, μόνη τῶν βροτῶν ἡ ἀνόρθωσις.
Τοῦ
Ἀποστόλου