Τῌ
ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΟΚΤΩΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου
Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ ἡ
Ἀνάμνησις τοῦ γεγονότος σεισμοῦ.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν
Προοιμιακόν, λέγομεν τὴν α' Στάσιν τοῦ, Μακάριος
ἀνήρ.
Εἰς τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
τὰ παρόντα Προσόμοια Στιχηρὰ τοῦ Ἁγίου.
Ἦχος
πλ. δ'
Ὢ
τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! ἐν
οὐρανῷ καὶ ἐν γῇ, ἀγαλλίαμα σήμερον,
ἐν τῇ μνήμῃ ηὔγασται, Δημητρίου τοῦ Μάρτυρος,
ἐκ τῶν Ἀγγέλων ἐπαίνοις
στέφεται, καὶ ἐξ ἀνθρώπων ᾄσματα δέχεται.
Ὢ οἷον ἤθλησε! πῶς καλῶς ἠγώνισται!
δι' οὗ ἐχθρός, πέπτωκεν ὁ δόλιος, Χριστοῦ
νικήσαντος.
Ὢ τοῦ παραδόξου θαύματος! ταῖς
τῶν θαυμάτων βολαῖς, τοῦ ἡλίου φανότερον,
εἰς ἀεὶ Δημήτριος, διαλάμπει τοῖς πέρασιν, ἐξ ἀνεσπέρου
φωτὸς λαμπόμενος, καὶ τῷ ἀδύτῳ φωτὶ τερπόμενος·
οὗ ταῖς ἑλλάμψεσι, νέφη ἀπηλάθησαν
βαρβαρικά, νόσοι ἐδιώχθησαν, δαίμονες ἥττηνται.
Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ
Χριστοῦ λογχευθείς, ὁ τρισμάκαρ Δημήτριος,πρὸς
ἐχθροὺς ἑκάστοτε, ῥομφαία ὤφθη δίστομος,
ἀποθερίζων ἐχθρῶν γαυρίαμα, καὶ καταράσσων
δαιμόνων φρύαγμα. ᾯ ἐκβοήσωμεν, Ἅγιε Δημήτριε,
σκέπε ἡμᾶς, σοῦ τὴν ἀεισέβαστον, μνήμην
γεραίροντας.
Πύργος εὐσεβείας πέφηνας, ἐρηρεισμένος
στερρῶς, ἐπὶ πέτραν τῆς πίστεως, πειρασμοῖς
ἀνάλωτος, καὶ κινδύνοις ἀκλόνητος· μετὰ
σφοδροῦ γὰρ σάλου καὶ κλύδωνος, σοὶ προσραγέντα
ἀθέων κύματα, σὴν οὐ κατέβαλον, ἀκλινῆ
στερρότητα· μαρτυρικῷ στέφει γὰρ ἐπόθησας,
ἐγκαλλωπίζεσθαι.
Πάθει τὸ πάθος μιμούμενος, τὸ
ζωηφόρον Χριστοῦ, παρ' αὐτοῦ τὴν ἐνέργειαν,
τῶν θαυμάτων εἲληφας,
Ἀθλοφόρε Δημήτριε, καὶ διασῴζεις τοὺς σοὶ
προστρέχοντας, πολλῶν κινδύνων αὐτοὺς ῥυόμενος,
ἔχων εὐάρεστον, παρρησίαν ἔνδοξε πρὸς τὸν
Χριστόν, ᾧ καὶ νῦν
παρίστασαι, δόξης πληρούμενος.
Αἵματι τῷ σῷ σταζόμενος, τῷ
ζωοδότῃ Χριστῷ, τῷ τὸ αἷμα τὸ τίμιον,
διὰ σὲ κενώσαντι, προσηνέχθης Δημήτριε, καὶ
κοινωνὸν σε δόξης εἰργάσατο, καὶ βασιλείας
αὐτοῦ συμμέτοχον, ὡς ἀριστεύσαντα, κατὰ
τοῦ ἀλάστορος, καὶ τὰ δεινά, τούτου
μηχανήματα, τελείως σβέσαντα.
Δόξα...
Ἦχος πλ. β'
Βυζαντίου
Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ
Ἀθλοφόρου ἡ παγκόσμιος πανήγυρις. Δεῦτε οὖν
φιλέορτοι, φαιδρῶς ἐκτελέσωμεν, τὴν μνήμην
αὐτοῦ λέγοντες. Χαίροις ὁ τὸν χιτῶνα
τῆς ἀσεβείας διαρρήξας, διὰ τῆς πίστεως,
τὴν δὲ ἀνδρείαν τοῦ Πνεύματος σεαυτῷ
περιθέμενος. Χαίροις, ὁ καταργήσας τὰς ἐπινοίας
τῶν παρανόμων, τῇ ἰσχὺϊ
τῇ δοθείσῃ σοι, παρὰ τοῦ Θεοῦ. Χαίροις,
ὁ λογχευθέντων τῶν
μελῶν, τὸ μακάριον πάθος πνευματικῶς ἡμῖν
ἀναζωγραφήσας τοῦ Χριστοῦ. Ὃν καθικέτευε, Ἀθλητῶν
ἐγκαλλώπισμα Δημήτριε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν
καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον, πρὸς τό,
Φοβερὸς
εἶ Κύριε ΤΟ ΑΚΟΥΤΕ
Παναγία Δέσποινα, τοῦ κόσμου βοήθεια,
καὶ ἐλπὶς Χριστιανῶν, σὲ νῦν ἐκδυσωποῦμεν, καὶ σὲ
παρακαλοῦμεν ἀγαθή, ὑπὲρ ἡμῶν ἡμαρτηκότων
καὶ ἀπεγνωσμένων, τόν Υἱόν σου καὶ Κύριον,
ἵλεων ποιῆσαι Θεοτόκε· ἔχεις γὰρ τὸ δύνασθαι,
τῇ μητρικῇ σου πρὸς αὐτὸν χρωμένῃ
παρρησίᾳ. Πρόφθασον Ἄχραντε, πρόφθασον μεσίτευσον,
καὶ ῥῦσαι τὸν λαόν σου τῆς ἐνεστώσης
ἀπειλῆς· διὰ σπλάγχνα ἐλέους, μὴ
παρίδῃς τοὺς ὑμνοῦντάς σε.
Εἴσοδος. Φῶς ἱλαρόν.
Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ.
63, 15-19 & 64, 15 καὶ ἐκλογὴ)
Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ
Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ Ἁγίου
σου καὶ δόξης σου. Ποῦ ἐστι τὸ πλῆθος τοῦ
ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι
ἠνέσχου ἡμῶν Κύριε; Σὺ γὰρ εἶ
Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω
ἡμᾶς, καί, Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς,
ἀλλὰ σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι
ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ'
ἡμᾶς ἐστι. Τὶ ἐπλάνησας ἡμᾶς, Κύριε,
ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς
καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον
διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς
κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους
τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν
κατεπάτησαν τὸ ἁγίασμά σου, ἐγενόμεθα
ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν,
οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς.
Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος
λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡσεὶ
κηρὸς τήκεται ἀπὸ πυρός, καὶ κατακαύσει
πῦρ τούς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται
τὸ ὄνομά σου τοῖς
ὑπεναντίοις σου, ἀπὸ προσώπου σου ἔθνη
ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος
λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος
οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν
εἶδον Θεὸν πλήν σου, καὶ τὰ ἔργα σου ἀληθινά,
καὶ ποιήσεις τοῖς ὑπομένουσί
σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ
τῶν ὁδῶν σου μνησθήσονται.
Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ,
ἡμεῖς δὲ πηλὸς καὶ σὺ ὁ Πλάστης
ἡμῶν· ἔργα χειρῶν σου πάντες ἡμεῖς.
Μὴ ὀργίζου ἡμῖν, Κύριε, ἕως σφόδρα,
καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν.
Καὶ νῦν ἐπίβλεψον,
Κύριε, ὅτι λαός σου πάντες ἡμεῖς.
Προφητείας
Ἱερεμίου τὸ Ἀνάγνωσμα
(
Κεφ. 2, 1-12)
Τάδε λέγει Κύριος· Ἐμνήσθην
ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς
σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ
Ἰσραήλ, λέγει Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ.
τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ.
Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι,
κακὰ ἥξει ἐπ' αὐτούς, λέγει Κύριος·
Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ,
καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ. Τάδε λέγει
Κύριος. Τὶ εὕροσαν οἱ πατέρες ὑμῶν ἐν
ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν
ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω
τῶν ματαίων, καὶ ἐματαιώθησαν,
καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν
ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας
ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ
καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ,
καὶ ἀκάρπῳ, καὶ σκιᾷ θανάτου, ἐν
γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ,
οὐδὲ κατῴκησεν υἱὸς ἀνθρώπου ἐκεῖ;
Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον,
τοῦ φαγεῖν τοὺς καρποὺς αὐτοῦ, καὶ τὰ
ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε
τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε
εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ
ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου
οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες
ἠσέβουν εἰς ἐμέ· καὶ οἱ προφῆται
προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς
ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς
ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς
τῶν υἱῶν ὑμῶν κριθήσομαι. Διέλθετε εἰς
νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ
καὶ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ
ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται
ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ
εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο
τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται.
Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ
καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει
Κύριος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ.
3,1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ,
καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν
ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ'
ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν
ἐν εἰρήνῃ· Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς
αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ
Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς
ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα
θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν
ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν
Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες
ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ,
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Εἰς τὴν Λιτήν,
Στιχηρὰ ἰδιόμελα.
Ἦχος
α'
Γεωργίου
Σικελιώτου